Παν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 31:
 
 
<small>== Ορφικός ύμνος Πανός (θυμίαμα ποικίλα)==
== Πηγές ==
<table width="100%" border="1" cellspacing="0" cellpadding="2" bgcolor="#C1E7FD" bordercolor="#0000a0">
<tr>
Γραμμή 37:
<td >
<b>
<small>
<small> Ορφικός ύμνος Πανός (θυμίαμα ποικίλα)
 
Πᾶνα καλῶ κρατερόν, νόμιον, κόσμοιο τὸ σύμπαν, οὐρανὸν ἠδὲ θάλασσαν ἰδὲ χθόνα παμβασίλειαν καὶ πῦρ ἀθάνατον• τάδε γὰρ μέλη ἐστὶ τὰ Πανός. ἐλθέ, μάκαρ, σκιρτητά, περίδρομε, σύνθρονε Ὥραις, αἰγομελές, βακχευτά, φιλένθεε, ἀστροδίαιτε, ἁρμονίαν κόσμοιο κρέκων φιλοπαίγμονι μολπῆι, φαντασιῶν ἐπαρωγέ, φόβων ἔκπαγλε βροτείων, αἰγονόμοις χαίρων ἀνὰ πίδακας ἠδέ τε βούταις, εὔσκοπε, θηρητήρ, Ἠχοῦς φίλε, σύγχορε νυμφῶν, παντοφυής, γενέτωρ πάντων, πολυώνυμε δαῖμον, κοσμοκράτωρ, αὐξητά, φαεσφόρε, κάρπιμε Παιάν, ἀντροχαρές, βαρύμηνις, ἀληθὴς Ζεὺς ὁ κεράστης. σοὶ γὰρ ἀπειρέσιον γαίης πέδον ἐστήρικται, εἴκει δ᾽ ἀκαμάτου πόντου τὸ βαθύρροον ὕδωρ Ὠκεανός τε πέριξ † ἐν ὕδασι † γαῖαν ἑλίσσων, ἀέριόν τε μέρισμα τροφῆς, ζωοῖσιν ἔναυσμα, καὶ κορυφῆς ἐφύπερθεν ἐλαφροτάτου πυρὸς ὄμμα. βαίνει γὰρ τάδε θεῖα πολύκριτα σαῖσιν ἐφετμαῖς• ἀλλάσσεις δὲ φύσεις πάντων ταῖς σαῖσι προνοίαις βόσκων ἀνθρώπων γενεὴν κατ᾽ ἀπείρονα κόσμον. ἀλλά, μάκαρ, βακχευτά, φιλένθεε, βαῖν᾽ ἐπὶ λοιβαῖς εὐιέροις, ἀγαθὴν δ᾽ ὄπασον βιότοιο τελευτὴν Πανικὸν ἐκπέμπων οἶστρον ἐπὶ τέρματα γαίης.
Ανακτήθηκε από "https://el.wikipedia.org/wiki/Παν"