Αθηνά: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 61:
 
{{απόσπασμα| ''[Απόδοση] Παλλὰς μουνογενή<ς>, μεγάλου Διὸς ἔκγονε σεμνή, δῖα, μάκαιρα θεά, πολεμόκλονε, ὀμβριμόθυμε, ἄρρητε, ῥητή, μεγαλώνυμε, ἀντροδίαιτε, ἣ διέπεις ὄχθους ὑψαύχενας ἀκρωρείους ἠδ᾽ ὄρεα σκιόεντα, νάπαισί τε σὴν φρένα τέρπεις, ὁπλοχαρής, οἰστροῦσα βροτῶν ψυχὰς μανίαισι, γυμνάζουσα κόρη, φρικώδη θυμὸν ἔχουσα, Γοργοφόνη, φυγόλεκτρε, τεχνῶν μῆτερ πολύολβε, ὁρμάστειρα, φίλοιστρε κακοῖς, ἀγαθοῖς δὲ φρόνησις• ἄρσην μὲν καὶ θῆλυς ἔφυς, πολεματόκε, μῆτι, αἰολόμορφε, δράκαινα, φιλένθεε, ἀγλαότιμε, Φλεγραίων ὀλέτειρα Γιγάντων, ἱππελάτειρα, Τριτογένεια, λύτειρα κακῶν, νικηφόρε δαῖμον, ἤματα καὶ νύκτας αἰεὶ νεάταισιν ἐν ὥραις, κλῦθί μου εὐχομένου, δὸς δ᾽ εἰρήνην πολύολβον καὶ κόρον ἠδ᾽ ὑγίειαν ἐπ᾽ εὐόλβοισιν ἐν ὥραις, γλαυκῶφ᾽, εὑρεσίτεχνε, πολυλλίστη βασίλεια.}}
<br>
 
== Παροιμία ==
Ανακτήθηκε από "https://el.wikipedia.org/wiki/Αθηνά"