Αγησίπολις Α΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Αναστροφή της επεξεργασίας από τον BILL1 (συνεισφ.), επιστροφή στην τελευταία εκδοχή υπό CHE
Ετικέτα: Επαναφορά
Διάσωση 1 πηγών και υποβολή 0 για αρχειοθέτηση.) #IABot (v2.0
Γραμμή 87:
 
==Βιβλιογραφία==
* [httphttps://webcacheweb.googleusercontentarchive.comorg/search?q=cache:MAOOuCXckccJweb/20190211043524/http://remacle.org/bloodwolf/erudits/pausanias/laconiegr.htm+%CE%91%CE%BA%CF%81%CF%8C%CF%84%CE%B1%CF%84%CE%BF%CF%82&hl=el&ct=clnk&cd=4&gl=gr Παυσανία, Λακωνικά, Κεφάλαιο Ε΄& Ζ΄] <br /> «Ἀγησίπολις δὲ ἐπεὶ τὴν βασιλείαν ἔσχεν αὐξηθείς, Πελοποννησίων πρώτοις ἐπολέμησεν Ἀργείοις. Ὡς δὲ ἐκ τῆς Τεγεατῶν ἐς τὴν Ἀργολίδα ἤγαγε τὸν στρατόν, πέμπουσι κήρυκα οἱ Ἀργεῖοι σπεισόμενον πρὸς Ἀγησίπολίν σφισι πατρῴους δή τινας σπονδὰς ἐκ παλαιοῦ καθεστώσας τοῖς Δωριεῦσι πρὸς ἀλλήλους. Ὁ δὲ οὔτε τῷ κήρυκι ἐσπείσατο, καὶ προιὼν ὁμοῦ τῇ στρατιᾷ τὴν γῆν ἔφθειρεν. Ἔσεισέ τε δὴ ὁ θεὸς, καὶ ὁ Ἀγησίπολις οὐδ' οὕτω τὴν δύναμιν ἀπάξειν ἔμελλε, καίτοι Λακεδαιμονίοις μάλιστα Ἑλλήνων, ὡσαύτως δὲ καὶ Ἀθηναίοις, δεῖμα αἱ διοσημεῖαι παρείχοντο. Καὶ ὁ μὲν ὑπὸ τὸ τεῖχος κατεστρατοπεδεύετο ἤδη τὸ Ἀργείων, καὶ οὐ παρίει σείων ὁ θεὸς, καί τινες καὶ ἀπώλοντο τῶν στρατιωτῶν κεραυνωθέντες, τοὺς δὲ καὶ ἔκφρονας ἐποίησαν αἱ βρονταί. Οὕτω μὲν δὴ ἐκ τῆς Ἀργολίδος ἀνέζευξεν ἄκων. Ἐπὶ δὲ Ὀλυνθίους ἐποιεῖτο αὖθις στρατείαν. Κρατοῦντα δὲ αὐτὸν τῷ πολέμῳ, καὶ ᾑρηκότα τῶν τε ἄλλων πόλεων τῶν ἐν Χαλκιδεῦσι τὰς πολλὰς, καὶ αὐτὴν ἐλπίζοντα αἱρήσειν τὴν Ὄλυνθον, νόσος τε ἐξαίφνης καὶ θάνατος ἐπέλαβεν ἀπ' αὐτῆς. Ἀγησιπόλιδος δὲ ἄπαιδος τελευτήσαντος, ἐς Κλεόμβροτον περιῆλθεν ἡ ἀρχή.»