Πελλήνη: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μΧωρίς σύνοψη επεξεργασίας
μΧωρίς σύνοψη επεξεργασίας
Γραμμή 1:
Η '''Πελλήνη''' ήταν αρχαία πόλη της Αχαΐας, σήμερα διοικητικά ανήκει στον νομό [[Νομός Κορινθίας|Κορινθίας]].
 
Ήταν ορεινή πόλη ,βρισκόταν 60 στάδια από την [[Υπερησία|Αιγείρα]] και 60 στάδια απο την Θάλασσα ανάμεσα στους ποταμούς [[Κριός χείμαρρος|Κριός]] και [[Σύθας]]. Λιμάνι της ήταν οι [[Αριστοναύτες]]. Είχε ιδρυθεί απο πρωτοέλληνες Αιγειαλείς αργότερα ήρθαν οι Ίωνες και Αχαιοί . Το όνομα της το οφείλη στον ''Γίγαντα Πάλλας'' ή κατά άλλους <ref>[http://66.102.9.104/search?q=cache:Z1lK2Tj6Ue4J:www.mikrosapoplous.gr/iliada/PELLHNH_YPERHSIA_GONOESSA.htm+%CE%A0%CE%B5%CE%BB%CE%BB%CE%AE%CE%BD%CE%B7&hl=el&ct=clnk&cd=4&gl=gr mikrosapoplous.gr]</ref> απο τον [[Πέλληνας|Πέλληνα]] απο το [[Άργος]] . Έξω από την πόλη υπήρχε ιερό της [[Αθηνά|Αθηνάς]] με άλσος και άγαλμα του [[Ερμής|Δολίου Ερμή]] , επίσης ιερό του [[Διόνυσος|Λαμπτήρος Διονύσου]] , ιερό του [[Απόλλων|Θεόξενου Απόλλωνα]] με χάλκινο άγαλμα του θεού , ιερά της [[Άρτεμις]] και [[Ειλειθυία|Ειλειθυίας]] . Στην Πελλήνη γίνονταν τα [[Θεόξενα]] ιερή γιορτή όπου γίνονταν και αθλητικοί αγώνες ενω έκοβε και δικά της νομίσματα .<ref>"τῆς δὲ Αἰγειρατῶν ἔχονται Πελληνεῖς: πρὸς Σικυῶνος δὲ οὗτοι καὶ μοίρας τῆς Ἀργολίδος Ἀχαιῶν οἰκοῦσιν ἔσχατοι. τὸ δὲ ὄνομα ἐγένετο τῇ πόλει λόγῳ μὲν τῷ Πελληνέων ἀπὸ Πάλλαντος, τῶν Τιτάνων δὲ καὶ Πάλλαντα εἶναι λέγουσι, δόξῃ δὲ τῇ Ἀργείων ἀπὸ ἀνδρὸς Ἀργείου Πέλληνος: Φόρβαντος δὲ εἶναι τοῦ Τριόπα παῖδα αὐτὸν λέγουσιν" "Πεισίστρατον δέ, ἡνίκα ἔπη τὰ Ὁμήρου διεσπασμένα τε καὶ ἀλλαχοῦ μνημονευόμενα ἤθροιζε, τότε αὐτὸν Πεισίστρατον ἢ τῶν τινα ἑταίρων μεταποιῆσαι τὸ ὄνομα ὑπὸ ἀγνοίας. [14] ἔστι δὲ Ἀριστοναῦται Πελληνεῦσιν ἐπίνειον. ἐς τοῦτο ἐξ Αἰγείρας τῆς ἐπὶ θαλάσσῃ σταδίων ἐστὶν εἴκοσιν ὁδὸς καὶ ἑκατόν: ταύτης δὲ ἡμίσεια ἐς Πελλήνην ἀπὸ τοῦ ἐπινείου. ὄνομα δὲ Ἀριστοναύτας γενέσθαι τῷ ἐπινείῳ λέγουσιν, ὅτι καὶ ἐς τοῦτον τὸν λιμένα ὡρμίσαντο οἱ πλεύσαντες ἐπὶ τῆς Ἀργοῦς.
 
XXVII. Πελληνεῦσι δὲ ἡ πόλις ἐστὶν ἐπὶ λόφου κατὰ ἄκραν τὴν κορυφὴν ἐς ὀξὺ ἀνεστηκότος. τοῦτο μὲν δὴ ἀπότομον καὶ δι' αὐτό ἐστιν ἀοίκητον: τῷ δὲ χθαμαλωτέρῳ πεπόλισταί σφισιν οὐ συνεχὴς ἡ πόλις, ἐς δὲ μοίρας νενεμημένη δύο ὑπὸ τῆς ἄκρας μεταξὺ ἀνεχούσης. ἰόντων δὲ ἐς Πελλήνην ἄγαλμά ἐστιν Ἑρμοῦ κατὰ τὴν ὁδόν, ἐπίκλησιν μὲν Δόλιος+, εὐχὰς+ δὲ ἀνθρώπων+ ἕτοιμος+ τελέσαι+: σχῆμα δὲ αὐτῷ τετράγωνον, γένειά τε ἔχει καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον εἰργασμένον. [2] κατὰ δὲ τὴν ὁδὸν ἐς αὐτὴν τὴν πόλιν ἐστὶν Ἀθηνᾶς λίθου μὲν ἐπιχωρίου ναός, ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ: Φειδίαν δὲ εἶναι τὸν εἰργασμένον φασὶ πρότερον ἔτι ἢ ἐν τῇ ἀκροπόλει τε αὐτὸν τῇ Ἀθηναίων καὶ ἐν Πλαταιαῖς ποιῆσαι τῆς Ἀθηνᾶς τὰ ἀγάλματα. λέγουσι δὲ οἱ Πελληνεῖς καὶ ἄδυτον τῆς Ἀθηνᾶς καθήκειν ἐς βάθος τῆς γῆς, εἶναι δὲ τὸ ἄδυτον τοῦτο ὑπὸ τοῦ ἀγάλματος τῷ βάθρῳ, καὶ τὸν ἀέρα ἐκ τοῦ ἀδύτου νότιόν τε εἶναι καὶ δι' αὐτὸ τῷ ἐλέφαντι ἐπιτήδειον. [3] ὑπὲρ δὲ τὸν ναὸν τῆς Ἀθηνᾶς ἐστιν ἄλσος περιῳκοδομημένον τείχει Σωτείρας ἐπίκλησιν Ἀρτέμιδος, καὶ ὀμνύουσιν ἐπὶ μεγίστοις αὐτήν: ἔσοδός τε πλὴν τοῖς ἱερεῦσιν ἄλλῳ γε οὐδενὶ ἔστιν ἀνθρώπων+. ἱερεῖς δὲ ἄνδρες τῶν ἐπιχωρίων εἰσὶ κατὰ δόξαν γένους μάλιστα αἱρούμενοι. τοῦ δὲ ἄλσους τῆς Σωτείρας ἱερὸν ἀπαντικρὺ Διονύσου Λαμπτῆρός ἐστιν ἐπίκλησιν: τούτῳ καὶ Λαμπτήρια ἑορτὴν ἄγουσι, καὶ δᾷδάς τε ἐς τὸ ἱερὸν κομίζουσιν ἐν νυκτὶ καὶ οἴνου κρατῆρας ἱστᾶσιν ἀνὰ τὴν πόλιν πᾶσαν. [4] ἔστι καὶ Ἀπόλλωνος Θεοξενίου Πελληνεῦσιν ἱερόν, τὸ δὲ ἄγαλμα χαλκοῦ πεποίηται: καὶ ἀγῶνα ἐπιτελοῦσι Θεοξένια τῷ Ἀπόλλωνι, τιθέντες ἀργύριον ἆθλα τῆς νίκης, καὶ ἄνδρες ἀγωνίζονται τῶν ἐπιχωρίων. πλησίον δὲ τοῦ Ἀπόλλωνος ναός ἐστιν Ἀρτέμιδος: τοξευούσης δὲ ἡ θεὸς παρέχεται σχῆμα. ᾠκοδόμηται δὲ καὶ ἔλυτρον κρήνης ἐν τῇ ἀγορᾷ, καὶ λουτρά ἐστιν αὐτοῖς τὸ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ, ἐπεί τοι πίνειν πηγαί σφισιν ὑπὸ τὴν πόλιν εἰσὶν οὐ πολλαί: τὸ δὲ χωρίον, ἔνθα αἱ πηγαί, Γλυκείας ὀνομάζουσι.
Ανακτήθηκε από "https://el.wikipedia.org/wiki/Πελλήνη"