Συζήτηση:Μάχη των Πλαταιών: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ ουπς
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 5:
...τὸ μὲν δεξιὸν κέρας εἶχον Λακεδαιμονίων '''μύριοι'''· τούτων δὲ τοὺς πεντακισχιλίους ἐόντας Σπαρτιήτας ἐφύλασσον '''ψιλοὶ τῶν εἱλώτων πεντακισχίλιοι καὶ τρισμύριοι, περὶ ἄνδρα ἕκαστον ἑπτὰ τεταγμένοι'''. 3 προσεχέας δὲ σφίσι εἵλοντο ἑστάναι οἱ Σπαρτιῆται τοὺς Τεγεήτας καὶ τιμῆς εἵνεκα καὶ ἀρετῆς· τούτων δ᾽ ἦσαν ὁπλῖται χίλιοι καὶ πεντακόσιοι. μετὰ δὲ τούτους ἵσταντο Κορινθίων πεντακισχίλιοι, παρὰ δὲ σφίσι εὕροντο παρὰ Παυσανίεω ἑστάναι Ποτιδαιητέων τῶν ἐκ Παλλήνης τοὺς παρεόντας τριηκοσίους. 4 τούτων δὲ ἐχόμενοι ἵσταντο Ἀρκάδες Ὀρχομένιοι ἑξακόσιοι, τούτων δὲ Σικυώνιοι τρισχίλιοι. τούτων δὲ εἴχοντο Ἐπιδαυρίων ὀκτακόσιοι. παρὰ δὲ τούτους Τροιζηνίων ἐτάσσοντο χίλιοι, Τροιζηνίων δὲ ἐχόμενοι Λεπρεητέων διηκόσιοι, τούτων δὲ Μυκηναίων καὶ Τιρυνθίων τετρακόσιοι, τούτων δὲ ἐχόμενοι Φλειάσιοι χίλιοι. παρὰ δὲ τούτους ἔστησαν Ἑρμιονέες τριηκόσιοι. 5 Ἑρμιονέων δὲ ἐχόμενοι ἵσταντο Ἐρετριέων τε καὶ Στυρέων ἑξακόσιοι, τούτων δὲ Χαλκιδέες τετρακόσιοι, τούτων δὲ Ἀμπρακιητέων πεντακόσιοι. μετὰ δὲ τούτους Λευκαδίων καὶ Ἀνακτορίων ὀκτακόσιοι ἔστησαν, τούτων δὲ ἐχόμενοι Παλέες οἱ ἐκ Κεφαλληνίης διηκόσιοι. 6 μετὰ δὲ τούτους Αἰγινητέων πεντακόσιοι ἐτάχθησαν. παρὰ δὲ τούτους ἐτάσσοντο Μεγαρέων τρισχίλιοι. εἴχοντο δὲ τούτων Πλαταιέες ἑξακόσιοι. τελευταῖοι δὲ καὶ πρῶτοι Ἀθηναῖοι ἐτάσσοντο, κέρας ἔχοντες τὸ εὐώνυμον, ὀκτακισχίλιοι· ἐστρατήγεε δ᾽ αὐτῶν Ἀριστείδης ὁ Λυσιμάχου. ([[s:Ιστορίαι (Ηροδότου)/Καλλιόπη#28|Ηρόδοτος Ιστορίαι 8.28]])
 
'''οὗτοι, πλὴν τῶν ἑπτὰ περὶ ἕκαστον τεταγμένων Σπαρτιήτῃσι, ἦσαν ὁπλῖται, σύμπαντες ἐόντες ἀριθμὸν τρεῖς τε μυριάδες καὶ ὀκτὼ χιλιάδες καὶ ἑκατοντάδες ἑπτά.''' ὁπλῖται μὲν οἱ πάντες συλλεγέντες ἐπὶ τὸν βάρβαρον ἦσαν τοσοῦτοι, ψιλῶν δὲ πλῆθος ἦν τόδε, '''τῆς μὲν Σπαρτιητικῆς τάξιος πεντακισχίλιοι καὶ τρισμύριοι ἄνδρες, ὡς ἐόντων ἑπτὰ περὶ ἕκαστον ἄνδρα''', καὶ τούτων πᾶς τις παρήρτητο ὡς ἐς πόλεμον· 2 '''οἱ δὲ τῶν λοιπῶν Λακεδαιμονίων καὶ Ἑλλήνων ψιλοί, ὡς εἷς περὶ ἕκαστον ἐὼν ἄνδρα, πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ τρισμύριοι ἦσαν '''
([[s:Ιστορίαι (Ηροδότου)/Καλλιόπη#29|Ιστορίαι 8.29]])
 
Οπότε, όπως προκύπτει ήταν 38.800700 (περίπου 39.000), και 35.000 ακόμα είλωτες - που δεν περιλαμβάνονται στην μέτρηση - που βοηθούσαν τους 5.000 Σπαρτιάτες οπλίτες (επτά σε κάθε έναν από αυτούς - μέχρι τώρα έχουμε το νούμερο 73.700 που λέει ο φίλος), και άλλοι 34.500 που βοηθούσαν τους υπόλοιπους 5.000 Σπαρτιάτες και τους άλλους Έλληνες στρατιώτες. [[Χρήστης:VJSC263IO|VJSC263IO]] 18:58, 18 Φεβρουαρίου 2010 (UTC)
Επιστροφή στη σελίδα "Μάχη των Πλαταιών".