Μεσαιωνική ελληνική γλώσσα: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
→‎Δείγματα Μεσαιωνικής ελληνικής: Το άρθρο χρειαζόταν ένα δειγματικό κείμενο αντιπροσωπευτικό της καθομιλουμένης της εποχής πέρα από ένα για την αττικίζουσα
Γραμμή 37:
 
==Δείγματα Μεσαιωνικής ελληνικής==
'''Έπος του Διγενή Ακρίτα, Χειρόγραφο Ε''' (Απόσπασμα αντιπροσωπευτικό της ''ομιλουμένης, καθημερινής γλώσσας'')<poem>
Ιωάννου Μόσχου (6ου αι.), Λειμών πνευματικός, 143.
Καὶ ὡς εἴδασιν τὰ ἀδέλφια της τὴν κόρην μαραμένην,
ἀντάμα οἱ πέντε ἐστέναξαν, τοιοῦτον λόγον εἶπαν:
'Ἐγείρου, ἠ βεργόλικος, γλυκύν μας τὸ ἀδέλφιν˙
ἐμεῖς γὰρ ἐκρατοῦμαν σε ὡς γιὰ ἀποθαμένην
καὶ ἐσὲν ὁ Θεὸς ἐφύλαξεν διὰ τὰ ὡραῖα σου κάλλη.
Πολέμους οὐ φοβούμεθα διὰ τὴν σὴν ἀγάπην.
</poem><ref>Jeffreys (1998): p. xv</ref>
 
Μετάφραση:<poem>
Και σαν είδαν τα αδέλφια της το κορίτσι μαραμένο,
μαζί κι οι πέντε αναστέναξαν, τέτοιο λόγο είπαν:
Σήκω, βεργολυγερή, γλυκιά μας αδελφή˙
εμείς σε είχαμε για πεθαμένη
και εσένα ο Θεός σε φύλαξε για τα ωραία σου κάλλη
Πολέμους δε φοβούμαστε για τη δική σου αγάπη
</poem>'''Ιωάννου Μόσχου (6ου αι.), Λειμών πνευματικός, 143.''' (Απόσπασμα αντιπροσωπευτικό της ''λόγιας γραπτής γλώσσας'')
 
Παρεβάλομεν εἰς τὴν Θηβαΐδα καὶ συνετύχομεν εἰς τὴν Ἀντινόου πόλιν τῷ σοφιστῇ Φοιβάμωνι ὠφελείας χάριν· καὶ διηγήσατο ἡμῖν λέγων ὅτι Λῃστής τις ἧν περὶ τὰ μέρη τῆς Ἑρμουπόλεως ὀνόματι Δαβίδ, πολλοὺς γυμνώσας, πολλοὺς δὲ καὶ φονεύσας καὶ πάμπολλα κακὰ ποιήσας, ἵνα οὕτως εἴπω, ὡς οὐδείς ἄλλος. Ἐν μιᾷ οὖν ὡς ἔτι ἧν εἰς τὸ ὄρος λῃστεύων ἔχων μεθ' ἑαυτοῦ πλείους τῶν τριάκοντα, ἧλθεν εἰς ἑαυτὸν κατανυγεὶς ἐφ' οἷς κακῶς διεπράξατο καὶ καταλιπὼν ἅπαντας τοὺς μετ' αὐτοῦ, ἀπῆλθεν εἰς μοναστήριον. Καὶ κρούσαντος αὐτοῦ τὸν πυλῶνα τοῦ μοναστηρίου ἐξῆλθεν ὁ πυλωρὸς καὶ λέγει αυτῷ · Τὶ θέλεις ; Ὁ δὲ ἀρχιλῃστὴς λέγει αυτῷ· Μοναχὸς θέλω γενέσθαι. Καὶ εἰσελθὼν ὁ θυρωρὸς ἀπήγγειλεν τῷ ἀββᾷ τὰ περὶ αὐτοῦ. Ἐξελθὼν οὗν ὁ ἀββᾶς καὶ θεωρήσας αὐτὸν ὅτι γέρων ὑπῆρχεν, λέγει αὐτῷ· Οὐ δύνασαι ὧδε εἶναι, ὅτι πολὺν κόπον ἔχουσι οἱ αδελφοὶ καὶ ἡ ἄσκησις αὐτῶν μεγάλη ἐστίν, καὶ εἶ λοιπὸν ἄλλης ἕξεως καὶ τὸν κανόνα τοῦ μοναστηρίου οὐ δύνασαι ὑπερενεγκεῖν. Ὁ δὲ παρεκάλει λέγων· Ναί, ποιῆσαι ἔχω, μόνον δέξαι με. Ὁ δὲ ἀββᾶς ἐπέμενεν λέγων· Οὐ ποιεῖς. Τότε λέγει αὐτῷ ὁ αρχιλῃστής. Ἵνα γινώσκῃς ὅτι ἐγὼ Δαβὶδ εἰμι, ὁ ἀρχιλῃστής, καὶ διὰ τοῦτο ἦλθον ὧδε ἵνα κλαύσω τὰς ἁμαρτίας μου· εἰ δ' οὐ θέλεις δέξασαθαί με ὅρκοις σε πληροφορῶ μὰ τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ὑπάγω πάλιν εἰς τὴν προτέραν μου τέχνην καὶ φέρω οὕς εἶχον μετ' ἐμαυτοῦ καὶ πάντας ὑμᾶς φονεύω καὶ στρέφω καὶ τὸ μοναστήριον ὑμῶν. Ταῦτα ἀκούσας ὁ Ἀββᾶς ἐδέξατο αὐτὸν ἔνδον τοῦ μοναστηρίου καὶ ἀποκείρας αὐτὸν δέδωκεν αὐτῷ τὸ ἅγιον σχῆμα. Ἤρξατο οὖν ἀγωνίζεσθαι καὶ τῇ ἐγρατείᾳ καὶ τῇ ὑπακοῇ καὶ ταπεινοφροσύνῃ πάντας τοὺς ἐν τῷ μοναστηρίῳ περὶ τὰ ἑβδομήκκοντα ὀνόματα. Πάντας οὖν ὠφελῶν πάντων ὑπογραμμὸς γέγονεν. Ἐν μιᾷ οὖν καθημένου αὐτοῦ ἐν τῷ κελλίῳ αὐτοῦ ἐνεπέστη ἄγγελος Κυρίου λέγων αὐτῷ. Δαβίδ, Δαβίδ, συνεχώρησεν σοι Κύριος Θεὸς τὰς ἁμαρτίας σου καὶ ἔσῃ ἀπὸ τοῦ νῦν σημεῖα ποιῶν. Ὅς αποκριθεὶς εἶπεν τῷ ἀγγέλῳ. Οὐ δύναμαι πιστεῦσαι ὅτι ἐκεῖνα ὅλα τὰ ἁμαρήματα μου τὰ βαρύτερα ψάμμου θαλάσσης συνεχώρησεν ὁ Θεὸς ἐν ὁλίγῳ χρόνῳ. Ὁ δὲ ἄγγελος λέγει αὐτῷ· Εἰ τοῦ ἱερέως Ζαχαρία, ἀπιστήσαντός μοι διὰ τὸν υἱὸν οὐκ ἐφεισάμην, ἀλλ' ἐδέσμευσα αὐτοῦ τὴν γλῶσσαν, παιδεύων αὐτὸν μὴ ἀπιστεῖν τοῖς λαληθεῖσιν ὑπ' ἐμοῦ, σοῦ ἔχω φείσασθαι; Διὸ ἔσῃ μὴ λαλῶν ἀπὸ τοῦ νῦν τὸ παράπαν. Ὁ δὲ ἀββᾶς Δαβὶδ ἔβαλεν μετάνοιαν λέγων· Ὅταν ἤμην εἰς τὸν κόσμον τὰ ἀθέμιτα καὶ τὰς αἱματοχυσίας ποιῶν ἐλάλουν, καὶ ὅτε θέλω δουλεῦσαι τῷ Θεῷ καὶ ὕμνους αὐτῷ προσφέρειν τὴν γλῶσσαν μου δεσμεύεις τοῦ μὴ λαλεῖν; Τότε ὁ ἄγγελος ἀπεκρίθη λέγων· Ἔσῃ εἰς τὸν κανόνα μόνον λαλῶν, ἔξωθεν δὲ τοῦ κανόνος σιωπῶν τὸ παράπαν. Ὅπερ καὶ γέγονεν. Πολλὰ γὰρ σημεῖα δι'αὐτοῦ ὁ Θεὸς ἐποίησεν. Ἔψαλλεν δὲ τοὺς ψαλμοὺς, ἄλλο δὲ ῥῆμα ἢ μέγα ἢ μικρὸν ἠδύνατο λαλῆσαι. Ὁ δὲ διηγησάμενος ἡμῖν ταῦτα ἔλεγεν ὄτι Πολλάκις ἐθεασάμην αὐτόν, καὶ ἐδόξασα τὸν Θεόν.<ref>{{Cite book|title=Συνπτική Ιστορία της Ελληνικής Γλώσσας|first=Γεώργιος|last=Μπαμπινιώτης|isbn=|year=2002|location=Αθήνα|page=250-251}}</ref>